Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.98 Joseph. AJ 13.103 (English) >>Joseph. AJ 13.108

13.101κρατήσας οὖν τοσαύτης δυνάμεως ἄρας ἀπὸ τῆς Ἀζώτου εἰς Ἀσκάλωνα παραγίνεται, καὶ καταστρατοπεδεύσαντος ἔξω τῆς πόλεως αὐτοῦ προῆλθον εἰς ἀπάντησιν αὐτῷ οἱ Ἀσκαλωνῖται ξένια προσφέροντες αὐτῷ καὶ τιμῶντες. δὲ ἀποδεξάμενος αὐτοὺς τῆς προαιρέσεως ἀνέστρεψεν ἐκεῖθεν εἰς Ἱεροσόλυμα πολλὴν ἐπαγόμενος λείαν, ἣν ἔλαβεν νικήσας τοὺς πολεμίους. 13.102Ἀλέξανδρος δʼ ἀκούσας ἡττημένον τὸν αὐτοῦ στρατηγὸν Ἀπολλώνιον προσεποιεῖτο χαίρειν, ὅτι παρὰ τὴν αὐτοῦ γνώμην Ἰωνάθῃ συνέβαλεν φίλῳ ὄντι καὶ συμμάχῳ, καὶ πέμπει πρὸς Ἰωνάθην μαρτυρῶν αὐτῷ καὶ γέρα καὶ τιμὰς διδοὺς πόρπην χρυσέαν, ὡς ἔστιν ἔθος δίδοσθαι τοῖς τῶν βασιλέων συγγενέσιν, καὶ τὴν Ἀκκάρωνα καὶ τὴν τοπαρχίαν αὐτῆς εἰς κληρουχίαν ἐπιτρέπει. 13.103

Ὑπὸ δὲ τοῦτον τὸν καιρὸν καὶ βασιλεὺς Πτολεμαῖος Φιλομήτωρ ἐπικληθεὶς ναυτικὴν ἄγων δύναμιν καὶ πεζὴν εἰς Συρίαν ἧκεν συμμαχήσων Ἀλεξάνδρῳ· γαμβρὸς γὰρ ἦν αὐτοῦ. 13.104καὶ πᾶσαι προθύμως αὐτὸν αἱ πόλεις Ἀλεξάνδρου κελεύσαντος ἐκδεχόμεναι παρέπεμπον ἕως Ἀζώτου πόλεως, ἔνθα πάντες κατεβόων αὐτοῦ περὶ τοῦ ἐμπεπρησμένου ἱεροῦ αὐτῶν Δαγῶνος κατηγοροῦντες Ἰωνάθου τοῦτο ἀφανίσαντος καὶ τὴν χώραν πυρπολήσαντος καὶ πολλοὺς αὐτῶν ἀποκτείναντος. 13.105καὶ Πτολεμαῖος μὲν ταῦτʼ ἀκούσας ἡσύχασεν, Ἰωνάθης δὲ εἰς Ἰόππην ἀπαντήσας Πτολεμαίῳ ξενίων τε λαμπρῶν παρʼ αὐτοῦ τυγχάνει καὶ τιμῆς ἁπάσης, ἔπειτα προπέμψας αὐτὸν ἕως τοῦ Ἐλευθέρου καλουμένου ποταμοῦ πάλιν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.98 Joseph. AJ 13.103 (English) >>Joseph. AJ 13.108

Powered by PhiloLogic